Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 9: 49-56
Τῷ καιρῷ
ἐκείνῳ, προσελθών τῷ ᾿Ιησοῦ εἷς τῶν Μαθητῶν αὐτοῦ, εἶπεν αὐτῷ· Ἐπιστάτα,
εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι
οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. Καὶ εἶπε πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς· Μὴ κωλύετε· ὃς γὰρ οὐκ
ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. ᾿Εγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς
ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς
῾Ιερουσαλήμ. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ· καὶ πορευθέντες
εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι
τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς ῾Ιερουσαλήμ. Ἰδόντες δὲ οἱ Μαθηταὶ αὐτοῦ,
᾿Ιάκωβος καὶ ᾿Ιωάννης, εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ,
καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ ᾿Ηλίας ἐποίησε; Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς, καὶ
εἶπεν· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε
ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου