Δευτέρα 14 Δεκεμβρίου 2015

ΠΕΜΠΤΗ ΤΗΣ ΙΔ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 5: 1-20

Τῷ καιρῷ ἐκείνῳ, ἦλθον ὁ ᾿Ιησοῦς πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ· ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνημείοις, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι· διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρῖφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι. Καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς μνήμασι, καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων, καὶ κατακόπτων ἑαυτὸν λίθοις. Ἰδὼν δὲ τὸν ᾿Ιησοῦν ἀπὸ μακρόθεν, ἔδραμε, καὶ προσεκύνησεν αὐτῷ· καὶ κράξας φωνῇ μεγάλῃ, εἶπε· Τί ἐμοὶ καὶ σοί, ᾿Ιησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. Ἔλεγε γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. Καὶ ἐπηρώτα αὐτόν· Τί σοι ὄνομά; Καὶ ἀπεκρίθη λέγων· Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. Καὶ παρεκάλει αὐτὸν πολλὰ, ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας. Ἦν δὲ ἐκεῖ πρὸς τὰ ὄρη ἀγέλη χοίρων μεγάλη βοσκομένη. Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ ᾿Ιησοῦς· Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα, εἰσῆλθον εὶς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, (ἦσαν δὲ ὡς δισχίλιοι), καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. Καὶ ἔρχονται πρὸς τὸν ᾿Ιησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον, καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα· καὶ ἐφοβήθησαν. Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες, πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν, ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς, ἵνα ᾖ μετ᾿ αὐτοῦ. Ὁ δὲ ᾿Ιησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς, καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος εποίησε, καὶ ἠλέησέ σε. Καὶ ἀπῆλθε, καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει, ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς· καὶ πάντες ἐθαύμαζον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου