Σάββατο 19 Δεκεμβρίου 2015

ΠΕΜΠΤΗ ΤΗΣ Δ΄ ΕΒΔΟΜΑΔΟΣ



 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 9: 7-11

Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν ῾Ηρῴδης ὁ Τετράρχης τὰ γινόμενα ὑπό τοῦ ᾿Ιησοῦ πάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων, ὅτι ᾿Ιωάννης ἐγήγερται ἐκ νεκρῶν· ὑπό τινων δὲ ὅτι ᾿Ηλίας ἐφάνη· ἄλλων δὲ, ὅτι προφήτης εἶς τῶν ἀρχαίων ἀνέστη. Καὶ εἶπεν ὁ ῾Ηρῴδης· ᾿Ιωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος, περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; Καὶ ἐζήτει ἰδεῖν αὐτόν. Καὶ ὑποστρέψαντες οἱ Ἀπόστολοι, διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν· καὶ παραλαβὼν αὐτοὺς, ὑπεχώρησε κατ᾿ ἰδίαν, εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. Οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου