Ἐκ
τοῦ κατά Ματθαῖον.
Κεφ.
14:22-34
Τῷ καιρῷ ἐκείνῳ,
ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς Μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν
αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη
εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον
ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ
δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς, περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ Μαθηταὶ ἐπὶ τὴν θάλασσαν
περιπατοῦντα ἐταράχθησαν λέγοντες· Ὅτι φάντασμά ἐστι· καὶ ἀπὸ τοῦ φόβου
ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς
λέγων· Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε. Ἀποκριθεὶς
δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ
ὕδατα. Ὁ δὲ εἶπεν· Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ
πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν. Βλέπων δὲ
τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων·
Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας
τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Καὶ
ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ, ἐλθόντες
προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς
τὴν γῆν Γεννησαρέτ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου