Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 16: 15-18, 17:1-4
Εἶπεν ὁ
Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες
ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν
ἀνθρώποις ὑψηλὸν, βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. ῾Ο Νόμος καὶ οἱ Προφῆται ἕως
᾿Ιωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν
βιάζεται. Εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου
μίαν κεραίαν πεσεῖν. Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, καὶ γαμῶν ἑτέραν,
μοιχεύει· καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει. ῎Ελεγε δὲ καὶ πρὸς
τοὺς Μαθητὰς αὐτοῦ· Ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾿ οὗ
ἔρχεται. Λυσιτελεῖ αὐτῷ, εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ,
καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.
Προσέχετε ἑαυτοῖς. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν
μετανοήσῃ, ἄφες αὐτῷ. Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ, καὶ ἑπτάκις τῆς
ἡμέρας ἐπιστρέψῃ πρός σε, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου