Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ.
3: 1-18
Ἐν ἔτει
πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου
τῆς ᾿Ιουδαίας, καὶ τετραρχοῦντος τῆς ᾿Ιουδαίας ῾Ηρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ
αὐτοῦ τετραρχοῦντος τῆς ᾿Ιτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς
᾿Αβιληνῆς τετραρχοῦντος, ἐπ᾿ ἀρχιερέως ῎Αννα
καὶ Καΐάφα, ἐγένενο ῥῆμα Θεοῦ ἐπὶ ᾿Ιωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ.
Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, κηρύσσων βάπτισμα μετανοίας
εἰς ἄφεσιν ἁμαρτιῶν· ὡς γέγραπται ἐν βίβλῳ λόγων ῾Ησαΐου τοῦ προφήτου,
λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε
τὰς τρίβους αὐτοῦ· Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς
ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς
λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. ῎Ελεγεν οὖν τοῖς
ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν
ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς
μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν ᾿Αβραάμ· λέγω
γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ. Ἤδη
δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν
καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι,
λέγοντες· Τί οὖν ποιήσομεν; Ἀποκριθεὶς δὲ λέγει αυτοῖς· Ὁ ἔχων δύο χιτῶνας,
μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Ἦλθον δὲ καὶ τελῶναι
βαπτισθῆναι ὑπ᾿ αὐτοῦ, καὶ εἶπον πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσομεν; Ὁ δὲ εἶπε
πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. Ἐπηρώτων δὲ αὐτὸν
καὶ στρατευόμενοι, λέγοντες· Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε πρὸς αὐτούς·
μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ
τοῦ ᾿Ιωάννου, μή ποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο ὁ ᾿Ιωάννης ἅπασι, λέγων·
ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς
λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ῾Αγίῳ
καὶ πυρί. οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ· καὶ
συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου