Παρασκευή 25 Δεκεμβρίου 2015

ΟΣΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΑΙΓΥΠΤΙΑΣ



Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 8: 3-11

Τῷ καιρῷ ἐκείνῳ, ἄγουσι τῷ ᾿Ιησοῦ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, λέγουσιν αὐτῷ· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπ᾿ αὐτοφώρῳ μοιχευομένη· καὶ ἐν τῷ νόμῳ ἡμῶν Μωσῆς ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι. Σὺ οὖν τί λέγεις; Τοῦτο δὲ εἶπον ἐκπειράζοντες αὐτόν, ἵνα σχῶσι κατηγορίαν κατ᾿ αὐτοῦ. Ὁ δὲ ᾿Ιησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν. Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψε καὶ εἶπεν αὐτοῖς· Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος βαλέτω λίθον ἐπ᾿ αὐτήν. Καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. Οἱ δὲ ἀκούσαντες, ἐξήρχοντο εἷς καθ᾿ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, ἔως τῶν ἐσχάτων· καὶ κατελείφθη μόνος ὁ ᾿Ιησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα. Ἀνακύψας δὲ ὁ ᾿Ιησοῦς, καὶ μηδένα θεασάμενος πλήν τῆς γυναικός, εἶπεν αὐτῇ· Γύναι, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν; Ἡ δὲ εἶπεν· Οὐδείς, Κύριε. Εἶπε δὲ αὐτῇ ὁ ᾿Ιησοῦς· Οὐδέ ἐγώ σε κατακρίνω· πορεύου καὶ ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου