Τὸ A΄ Ἑωθινόν Εὐαγγέλιον
Ἐκ
τοῦ κατά Ματθαῖον.
Κεφ.
28:16-20
Τῷ καιρῷ ἐκείνῳ,
οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς
ὁ ᾿Ιησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν
αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη
μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ
ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου
Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ
μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου