Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
8: 51-59
Εἶπεν ὁ Κύριος
πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν
λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. Εἶπον οὖν αὐτῷ οἱ
᾿Ιουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. ᾿Αβραὰμ ἀπέθανε καὶ οἱ Προφῆται,
καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν
αἰῶνα; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ᾿Αβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ Προφῆται
ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς; Ἀπεκρίθη ᾿Ιησοῦς· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ
δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς
ὑμῶν ἐστι· καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν· καὶ ἐὰν εἴπω, ὅτι οὐκ
οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν, ψεύστης· ἀλλ᾿ οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ
τηρῶ. ᾿Αβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε
καὶ ἐχάρη. Εἶπον οὖν οἱ ᾿Ιουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ
᾿Αβραὰμ ἑώρακας; Εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν ᾿Αβραὰμ γενέσθαι,
ἐγώ εἰμι. Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν· ᾿Ιησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν
ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου