Σάββατο 19 Δεκεμβρίου 2015

ΕΙΣ ΕΥΧΕΛΑΙΟΝ ΣΤ΄



Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 15: 21-28

Τῷ καιρῷ ἐκείνῳ,  ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγαζεν αὐτῷ, λέγουσα· Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυΐδ, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ Μαθηταὶ αὐτοῦ, ἠρώτων αὐτὸν, λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν· οὐκ ἀπεστάλην εἰμὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου