Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 6: 40-44
Εἶπεν ὁ
Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Τοῦτο ἐστι τὸ θέλημα τοῦ
πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν
αἰώνιον· καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. ᾿Εγόγγυζον οὖν οἱ ᾿Ιουδαῖοι
περὶ αὐτοῦ, ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος, ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ· καὶ ἔλεγον·
Οὐχ οὗτός ἐστιν ᾿Ιησοῦς ὁ υἱὸς ᾿Ιωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν
μητέρα; Πῶς οὖν λέγει οὗτος· Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀπεκρίθη οὖν
ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾿ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν
πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ
ἐσχάτῃ ἡμέρᾳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου