Δευτέρα 14 Δεκεμβρίου 2015

ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Η΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 17: 10-18

Τῷ καιρῷ ἐκείνῳ, ἐπηρώτησαν τὸν ᾿Ιησοῦν οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες· Τί οὖν οἱ Γραμματεῖς λέγουσιν, ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον; Ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς, εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἔρχεται πρῶτον, καὶ ἀποκαταστήσει πάντα. Λέγω δὲ ὑμῖν, ὅτι ᾿Ηλίας ἤδη ἦλθε· καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν. Τότε συνῆκαν οἱ Μαθηταὶ, ὅτι πέρι ᾿Ιωάννου τοῦ Βαπτιστοῦ εἶπεν αὐτοῖς. Καί ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται, καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς Μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς, καί ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου