Ἐκ
τοῦ κατὰ Λουκᾶν.
Κεφ. 6: 24-30
Εἶπεν ὁ Κύριος
πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι
ἐπέχετε τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ
ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν
ὑμᾶς πάντες οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ
πατέρες αὐτῶν. ᾿Αλλ' ὑμῖν λέγω τοῖς ἀκούουσιν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς
ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, καὶ προσεύχεσθε
ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν
ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ δὲ
τῷ αἰτοῦντί σε, δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου