Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 20: 27-44
Τῷ καιρῷ
ἐκείνῳ, προσελθόντες τῷ ᾿Ιησοῦ τινές τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι
ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν, λέγοντες· Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν· ἐάν τινος
ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς
αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν·
καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος. Καὶ ἔλαβεν ὁ δεύτερος τὴν
γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν· ὡσαύτως δὲ καὶ
οἱ ἑπτά· καὶ οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ
ἀπέθανεν. Ἐν τῇ ἀναστάσει οὖν, τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον
αὐτὴν γυναῖκα. Καὶ ἀποκριθεὶς, εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου
γαμοῦσι καὶ ἐκγαμίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν, καὶ
τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν, οὔτε γαμίζονται· οὔτε γὰρ
ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς
ἀναστάσεως υἱοὶ ὄντες. Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς
βάτου, ὡς λέγει Κύριον, τὸν Θεὸν ᾿Αβραὰμ, καὶ τὸν Θεὸν ᾿Ισαὰκ, καὶ τὸν Θεὸν
᾿Ιακώβ. Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
Ἀποκριθέντες δέ τινες τῶν Γραμματέων, εἶπον· Διδάσκαλε, καλῶς εἶπας. Οὐκ ἔτι δὲ
ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. Εἶπε δὲ πρὸς αὐτούς· Πῶς λέγουσι τὸν Χριστὸν υἱὸν
Δαυῒδ εἶναι; καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ Ψαλμῶν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ
μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Δαυῒδ οὖν Κύριον αὐτὸν καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου