Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 10: 32-36
Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὅς τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν
ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὅς
τις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν
τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι
ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς
αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς. Καὶ ἐχθροὶ τοῦ ἀνθρώπου, οἱ οἰκιακοὶ
αὐτοῦ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς
διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ
κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου