Σάββατο 12 Δεκεμβρίου 2015

ΔΕΥΤΕΡΑ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 2: 1-11

Τῷ καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἦν ἡ Μήτηρ τοῦ ᾿Ιησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ ᾿Ιησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ ᾿Ιησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Τί ἐμοὶ καὶ σοί, Γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ Μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ, κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν ᾿Ιουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀνλήσατε νῦν καὶ φέρετε τῷ Ἀρχιτρικλίνῳ. καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ Ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν, οἱ ἀντλικότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ Ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ ᾿Ιησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου