Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 10: 2-12
Τῷ καιρῷ
ἐκείνῳ, προσελθόντες οἱ Φαρισαῖοι τῷ ᾿Ιησοῦ, ἐπηρώτησαν αὐτὸν, εἰ ἔξεστιν
ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· Τί
ὑμῖν ἐνετείλατο Μωσῆς; Οἱ δὲ εἶπον· Μωσῆς ἐπέτρεψε, βιβλίον ἀποστασίου γράψαι
καὶ ἀπολῦσαι. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν
ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ
ἐποίησεν αὐτοὺς ὁ Θεός· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ
τὴ μητέρα, καὶ προσκοληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς
σάρκα μίαν· ὥστε οὐκ ἔτι εἰσὶ δύο, ἀλλὰ σάρξ μία. Ὅ οὖν ὁ Θεὸς συνέζευξεν,
ἄνθρωπος μὴ χωριζέτω. Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ Μαθηταὶ αὐτοῦ περὶ τούτου
ἐπηρώτων αὐτόν. Καὶ λέγει αὐτοῖς· Ὅς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ γαμήσῃ
ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς, καὶ γαμηθῇ
ἄλλῳ, μοιχᾶται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου