Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 6: 7-13
Τῷ καιρῷ
ἐκείνῳ, προσκαλεῖται ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, καὶ ἤρξατο αὐτοὺς
ἀποστέλλειν δύο δύο· καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.
Καὶ παρήγγειλεν αὐτοῖς, ἵνα μηδέν αἴρωσιν εἰς ὁδὸν, εἰ μὴ ῥάβδον μόνον· μὴ
πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν· ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ
ἐνδύσασθαι δύο χιτῶνας. Καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ἂν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε,
ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν,
ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς
μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόῤῥοις ἐν
ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Καὶ ἐξελθόντες, ἐκήρυσσον ἵνα μετανοήσωσι·
καὶ δαιμόνια πολλὰ ἐξέβαλλον· καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους, καὶ
ἐθεράπευον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου