Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
13: 36-43
Τῷ καιρῷ ἐκείνῳ,
ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες·
Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν
αὐτοῖς· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ
κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά
εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά, ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς,
συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ, ἄγγελοί εἰσιν. Ὥσπερ οὖν συλλέγεται
τὰ ζιζάνια, καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος
τούτου. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς Ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ
τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν· καὶ
βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς
τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς
αὐτῶν. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου