Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 22:39-42, 45-23:1
Τῷ καιρῷ
ἐκείνῳ, ἐξελθὼν ὁ ᾿Ιησοῦς, ἐπορεύθη κατὰ τὸ ἔθος, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν·
ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ Μαθηταὶ αὐτοῦ. Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν
αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν
ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο, λέγων· Πάτερ, εἰ βούλει
παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.
Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς Μαθητὰς αὐτοῦ, εὗρεν αὐτοὺς
κοιμωμένους ἀπὸ τῆς λύπης· καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες
προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. ῎Ετι δὲ αὐτοῦ λαλοῦντος, ἰδοὺ
ὅχλος, καὶ ὁ λεγόμενος ᾿Ιούδας, εἷς τῶν Δώδεκα, προήρχετο αὐτῶν, καὶ ἤγγισε τῷ
᾿Ιησοῦ φιλῆσαι αὐτόν. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ᾿Ιούδα, φιλήματι τὸν Υἱὸν τοῦ
ἀνθρώπου παραδίδως; Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ
πατάξομεν ἐν μαχαίρᾳ; Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ Ἀρχιερέως,
καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν· Ἐᾶτε ἕως
τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ, ἰάσατο αὐτόν. Εἶπε δὲ ὁ ᾿Ιησοῦς πρὸς τοὺς
παραγενομένους ἐπ᾿ αὐτὸν Ἀρχιερεῖς, καὶ Στρατηγοὺς τοῦ Ἱεροῦ καὶ Πρεσβυτέρους·
Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿
ὑμῶν ἐν τῷ Ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ· ἀλλ᾿ αὕτη ὑμῶν ἐστὶν ἡ ὥρα,
καὶ ἡ ἐξουσία τοῦ σκότους. Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον εἰς τὸν
οἶκον τοῦ Ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς
αὐλῆς, καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. Ἰδοῦσα δὲ αὐτὸν
παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε· Καὶ οὗτος σὺν
αὐτῷ ἦν. Ὁ δὲ ἠρνήσατο αὐτόν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν. Καὶ μετὰ βραχὺ
ἕτερος ἰδὼν αὐτὸν, ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος εἶπεν· Ἄνθρωπε, οὐκ
εἰμί. Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπ᾿ ἀληθείας
καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. Εἶπε δὲ ὁ Πέτρος· Ἄνθρωπε,
οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ὁ ἀλέκτωρ. Καὶ
στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ· καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ
Κυρίου, ὡς εἶπεν αὐτῷ· Ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς. Καὶ ἐξελθὼν
ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς. Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν ᾿Ιησοῦν ἐνέπαιζον
αὐτῷ δέροντες· καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον· καὶ ἐπηρώτων
αὐτὸν, λέγοντες· Προφήτευσον τίς ἐστιν ὁ παίσας σε· καὶ ἕτερα πολλὰ
βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον
τοῦ λαοῦ, Ἀρχιερεῖς καὶ Γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν
λέγοντες· Εἰ σὺ εἶ ὁ Χριστός; εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ
πιστεύσητε· ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε μοι, ἢ ἀπολύσητε· Ἀπὸ τοῦ νῦν
ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. Εἶπον δὲ
πάντες· Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε, ὅτι ἐγώ
εἰμι. Οἱ δὲ εἶπον· Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ
στόματος αὐτοῦ. Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου