Δευτέρα 14 Δεκεμβρίου 2015

ΣΑΒΒΑΤΩ ΤΗΣ ΙΑ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 19: 3-12

Τῷ καιρῷ ἐκείνῳ, προσῆλθον οἱ Φαρισαῖοι τῷ ᾿Ιησοῦ, πειράζοντες αὐτὸν, καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· Ἕνεκεν τούτου καταλήψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὅ οὖν ό Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Λέγουσιν αὐτῷ· Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν; Λέγει αὐτοῖς· Ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, εἰ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται. Λέγουσιν αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται· Εἰσὶ γὰρ εὐνοῦχοι οἵ τινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω· καὶ εἰσὶν εὐνοῦχοι, οἵ τινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵ τινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου