Παρασκευή 18 Δεκεμβρίου 2015

ΚΥΡΙΑΚΗ ΟΓΔΟΗ, ΤΗΣ ΑΓ. ΠΕΝΤΗΚΟΣΤΗΣ



Ἐν τῇ Λειτουργίᾳ τὰ παρόντα ἀντίφωνα:
Ἀντίφωνον Α´. Ἦχος β´ [Ψαλμός 18].

Στίχ. α´: Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ
                χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
          Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´μέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ
              ἀναγγέλλει γνῶσιν.
         Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ´ Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ
              φωναὶ αὐτῶν
           Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ´ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ
              εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
           Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
            Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
 
Ἀντίφωνον Β´. Ἦχος β´ [Ψαλμός 19].
Στίχος α´ πακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,
                  ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι.Ἀλληλούϊα.
Στίχ. β´ ξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
        Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ...
Στίχ. γ´ Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά
               σου πιανάτω.
        Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ...
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ  Θεοῦ...

Ἀντίφωνον Γ´. Ἦχος πλ. δ´ [Ψαλμός 20].
Στίχ. α´ Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ
              Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται
              σφόδρα.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Στίχ. β´ Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ
              τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας
              αὐτόν.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν...
Στίχ. γ´ τι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος,
              ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου
               τιμίου.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν...
Στίχ. δ´ Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα
               ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν...
Εἰσοδικόν [Ψαλμός 20].
ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Προκείμενον. Ἦχος πλ. δ´ [Ψαλμός 67].
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ.  Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
   Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ.  2: 1-11
ν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες οἱ ἀπόστολοι ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ῾Αγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. ῏Ησαν δὲ ἐν ῾Ιερουσαλὴμ κατοικοῦντες ᾿Ιουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ ᾿Ελαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, ᾿Ιουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν ᾿Ασίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες ῾Ρωμαῖοι, ᾿Ιουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ ῎Αραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;
λληλούϊα [γ΄].  Ἦχος α΄ [Ψαλμός 32]
Στίχος: Τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.
Στίχος:
ξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος ἐπὶ τὴν γῆν.
Κοινωνικὸν  [Ψαλμός 142]
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου