Σάββατο 19 Δεκεμβρίου 2015

ΤΡΙΤΗ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ



 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 7: 15-21
Τῷ καιρῷ ἐκείνῳ,  ἦν ὁ ᾿Ιησοῦς ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδοὺ, ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν ᾿Ιησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ εἰπών· Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ. Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ Ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν. Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις, καὶ προσευχόμενος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου