Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
6:56-69
Εἶπεν ὁ Κύριος
πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων
μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ
ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι᾿ ἐμέ. Οὗτός ἐστιν ὁ
ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ
ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα. Ταῦτα εἶπεν ἐν
συναγωγῇ, διδάσκων ἐν Καπερναούμ. Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν Μαθητῶν αὐτοῦ
εἶπον· Σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ
᾿Ιησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ Μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς·
Τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου
ἦν τὸ πρότερον; Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ
ρήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστιν. Ἀλλ᾿ εἰσὶν ἐξ ὑμῶν τινες,
οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς ὁ ᾿Ιησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες
καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν· καὶ ἔλεγε· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς
δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. ᾿Εκ τούτου
πολλοὶ ἀπῆλθον ἐκ τῶν Μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾿ αὐτοῦ
περιεπάτουν. Εἶπεν οὖν ὁ ᾿Ιησοῦς τοῖς Δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς
αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ
Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου